(Nederlands) (pdf)

[1] Ὅτι μὲν τὸν πατέρα μ᾽ ἔφασκεν ἀπεκτονέναι, πολλοὶ συνοίδασιν ὑμῶν, καὶ μαρτυροῦσι δέ μοι· ὅτι δὲ οὐ πεποίηκα, δῆλον· ἔτη γὰρ ἐστί μοι δύο καὶ τριάκοντα, ἐξ οὗ δ᾽ ὑμεῖς κατήλθετε, εἰκοστὸν τουτί. [2] Φαίνομαι οὖν δωδεκαέτης ὤν, ὅτε ὁ πατὴρ ὑπὸ τῶν τριάκοντα ἀπέθνῃσκεν, ὥστ᾽ οὐδ᾽ ὅ τι ὀλιγαρχία ἦν ᾔδη, οὐδὲ τῷ πατρὶ βοηθεῖν οἷός τ᾽ ἦ. Ἀλλὰ μὴν οὐδὲ τῶν χρημάτων ἕνεκα ἐπεβούλευσα αὐτῷ· ὁ γὰρ πρεσβύτερος ἀδελφὸς πάντα λαβὼν ἀπεστέρησεν ἡμᾶς.

[3] Ἴσως δ᾽ ἐρεῖ ὡς οὐκ ἔστι τῶν ἀπορρήτων, ἐάν τις φῇ τὸν πατέρα ἀπεκτονέναι· τὸν γὰρ νόμον οὐ ταῦτ᾽ ἀπαγορεύειν, ἀλλ᾽ ἀνδροφόνον οὐκ ἐᾶν λέγειν. Ἐγὼ δ᾽ οἶμαι δεῖν οὐ περὶ τῶν ὀνομάτων διαφέρεσθαι, ἀλλὰ περὶ τῆς τῶν ἔργων διανοίας, καὶ πάντας εἰδέναι ὅτι ὁπόσοι ἀπεκτόνασί τινας, καὶ ἀνδροφόνοι τῶν αὐτῶν εἰσι, καὶ ὅσοι ἀνδροφόνοι τινός, καὶ ἀπεκτόνασι τοῦτον. [4] Πολὺ γὰρ ἂν ἔργον εἴη τῷ νομοθέτῃ πάντα γράφειν τὰ ὀνόματα, ὅσα τὴν αὐτὴν δύναμιν ἔχει· ἀλλὰ περὶ ἐνὸς εἰπὼν περὶ πάντων ἐδήλωσεν. Οὐ γὰρ δήπου ἐὰν μέν τις πατραλοίαν ἢ μητραλοίαν καλῇ σε, ὑπόδικός ἐστιν, ἐὰν δέ τις τὴν τεκοῦσαν ἢ τὸν φυτεύσαντα τύπτειν φῇ, ἀζήμιος ἔσται. [5] Καὶ ἐάν τις εἴπῃ ῥίψασπιν, ἀθῷος ἔσται· τὸν γὰρ νόμον, ἐάν τις εἴπῃ ἀποβεβληκέναι τὴν ἀσπίδα, ζημίαν τάττειν, ἀλλ᾽ οὐκ ἄν τις ῥῖψαι φῇ αὐτήν. Ὁμοίως δ᾽ ἂν καὶ τῶν ἕνδεκα γενόμενος οὐκ ἂν ἀπεδέχου τὸν ἀπαγόμενον, ὅτι θοἰμάτιον ἐξέδυέ τινος ἢ τὸν χιτωνίσκον, εἰ μὴ λωποδύτην ὠνόμαζεν. [6] Οὐδ᾽ εἴ τις παῖδ᾽ ἐξῆγεν, ὡς ἀνδραποδιστήν· καὶ αὐτὸς μὲν ἐδικάσω κακηγορίας τῷ εἰπόντι σε ῥῖψαι τὴν ἀσπίδα. Καίτοι ἐν τῷ νόμῳ οὐ γέγραπται, ἀλλ᾽ ἐάν τις φῇ ἀποβεβληκέναι. Πῶς οὖν οὐ δεινόν, ἐὰν μέν τις σὲ εἴπῃ, τοὺς νόμους ἐκλαμβάνειν οὕτως ὥσπερ ἐγὼ νῦν, καὶ τιμωρεῖσθαι τοὺς ἐχθρούς, ἐὰν δ᾽ αὐτὸς εἴπῃς, οὐκ ἀξιοῦν δοῦναι δίκην; [7] Βοηθήσατε οὖν μοι, ἐνθυμούμενοι ὅτι μεῖζόν ἐστι κακὸν ἀκοῦσαι τὸν πατέρα ἀπεκτονέναι ἢ τὴν ἀσπίδα ῥῖψαι. Ἐγὼ γοῦν δεξαίμην ἂν πάσας ἀποβεβληκέναι ἢ τοιαύτην γνώμην περὶ τὸν πατέρα ἔχειν. Καίτοι γε τοῦτον μὲν ἑώρακα ποιοῦντα, ὡς καὶ ὑμεῖς ἴστε, αὐτὸς δ᾽ ἔσωσα τὴν ἀσπίδα. Ὥστε διὰ τί οὐκ ἂν λάβοιμι δίκην παρ᾽ αὐτοῦ; [8] Τίνος ἐγκλήματός μοι ὄντος; Πότερον ὡς δικαίως ἤκουσα; Ἀλλ᾽ οὐδ᾽ ἂν αὐτοὶ φήσαιτε. Ἀλλ᾽ ὡς βελτίων οὗτος; Ἀλλ᾽ οὐδ᾽ ἂν αὐτὸς ἀξιώσειεν. Ἀλλ᾽ ὅτι ἀποβεβληκὼς τὰ ὅπλα σώσαντι δικάζομαι; Ἀλλ᾽ οὐχ οὗτος ὁ λόγος διέσπαρται κατὰ τὴν πόλιν. [9] Μὴ δὴ κακῶς ἀκούοντα τὰ προσήκοντα ἐλεεῖτε, μηδ᾽ ὑβρίζοντί τε καὶ λέγοντι παρὰ τοὺς νόμους συγγνώμην ἔχετε, καὶ ταῦτα εἰς ἄνδρα ὃς πολλὰς μὲν στρατηγίας ἐστρατήγηκε, πολλοὺς δὲ μεθ᾽ ὑμῶν κινδύνους κεκινδύνευκε, καὶ οὔτε τοῖς πολεμίοις ὑποχείριος γέγονεν οὔθ᾽ ὑμῖν εὔθυναν ὦφλεν, ἑβδομήκοντα δ᾽ ἐτῶν ὢν ἐπ᾽ ὀλιγαρχίας ἐτελεύτησε διὰ τὴν ὑμετέραν εὔνοιαν. [10] Ἄξιον δὲ ὀργισθῆναι ὑπὲρ αὐτοῦ· τί γὰρ ἂν τούτου ἀνιαρότερον ἀκούσειεν, εἰ τεθνηκὼς ὑπὸ τῶν ἐχθρῶν αἰτίαν ἔχοι ὑπὸ τῶν τέκνων ἀνῃρῆσθαι; Οὗ τῆς ἀρετῆς τὰ μνημεῖα πρὸς τοῖς ὑμετέροις ἱεροῖς ἀνάκειται, τῆς δὲ τούτων κακίας πρὸς τοῖς τῶν πολεμίων.

[11] Ἐρεῖ δὲ ὡς ὀργισθεὶς εἴρηκεν. Ὑμεῖς δ᾽ ἐνθυμεῖσθε ὅτι ὁ νομοθέτης οὐδεμίαν συγγνώμην ὀργῇ δίδωσιν, ἀλλὰ ζημιοῖ τὸν λέγοντα, ἐὰν μὴ ἀποδεικνύῃ ἀληθῆ. Ἐγὼ δὲ δὶς περὶ τούτου μεμαρτύρηκα· οὐ γὰρ ᾔδη ὅτι ὑμεῖς τοὺς μὲν ἰδόντας τιμωρεῖσθε, τοῖς δὲ ἀποβαλοῦσι συγγνώμην ἔχετε. Δέομαι οὖν καταψηφίσασθαι αὐτοῦ. [12] Νυνὶ γὰρ διώκω μὲν κακηγορίας, τῇ δ᾽ αὐτῇ ψήφῳ φόνου φεύγω τοῦ πατρός, οὗ μείζων ἀγὼν οὐκ ἂν γένοιτό μοι, ὃς μόνος δοκιμασθεὶς τοῖς τριάκοντ᾽ ἐπεξῆλθον ἐν Ἀρείῳ πάγῳ. Βοηθήσατ᾽ οὖν κἀκείνῳ κἀμοί.

(Bron: W. Lamb, Lysias (Loeb Classical Library 244), 1930)